Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 121

    Old Testament

    Ὠδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ.

    ὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι Εἰς οἶκον Κυρίου

    πορευσόμεθα·

    ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς Ἰερουσαλήμ.

    Ἰερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ

    τὸ αὐτό.

    ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ Κυρίου, μαρτύριον τοῦ Ἰσραήλ,

    τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου·

    ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυείδ,

    καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε·

    ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τῇ Ἰερουσαλήμ.

    γενέσθω δὴ εἰρήνη σου ἐν τῇ δυνάμει σου,

    καὶ εὐθηνία ἐν τοῖς πυργοβάρεσίν σου,

    ἔνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου.

    ἐλάλουν δὲ εἰρήνην περὶ σοῦ·

    ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησά σοι.