Chapter 122
Hellenistic Old Testament Greekᾨδὴ τῶν ἀναβαθμῶν.
Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ
οὐρανῷ.
ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν,
ὣς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς,
οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν,
ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς.
ὅτι ἐπὶ πολὺ ἐπληθύνθημεν ἐξουδενώσεως·
ἐπὶ πλεῖον ἐπληθύνθη ἡ ψυχὴ ἡμῶν·
τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν
καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.