Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 123

    Old Testament

    ᾨδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ.

    Εί μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ,

    εἰ μὴ ὅτι

    Κύριος ἦν ἐν ἡμῖν,

    ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς,

    ἄρα ζῶντας ἂν

    κατέπιον ἡμᾶς,

    ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφʼ ἡμᾶς.

    και ευθηνια (-νιαν T) τοις αγ. σε U+05D0c.aART 7 γενσθν] γενηθητω R | δη] δε A om B | om σου 1° ART | ταις πυργοβ. U+05D0c.aART 8 ενεκεν A | δε] δη T 9 ενεκεν A | ημων] μου RT | εξεζητησα] εζητησα T | σοι] αγαθα A pr αγαθα U+05D0c.aRT Stich 13 U+05D0 18 AT 16 R CXXII 2 ως 2⁰] pr και R | οικτειρησει (?-ση) R οικτιρηση T 3 επληθυνθημεν] επλησθημεν U+05D0c.aART ART 4 επληθυνθη] επλησθη ART | η ψυχη] η ψυ rescr A¹ — Stich 10 U+05D0T 11 A 9 R CXXII 1 om τω Δαυειδ ART U+05D0c.aART ART

    ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς,

    χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν·

    ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.

    εὐλογητὸς Κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν

    αὐτῶν.

    ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη

    ἐκ τῆς παγίδος τῶν θηρευόντων·

    ἡ παγὶς συνετερἴβη, καὶ ἡμεῖς ἐρύσθημεν.

    βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν

    καὶ τὴν γῆν.