Chapter 127
Hellenistic Old Testament Greekᾨδἡ τῶν ἀναβαθμῶν.
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον,
οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
τοὺς καρποὺς τῶν πόνων. σου φάγεσαι,
μακάριος εἶ καὶ καλῶς σοι ἔσται.
ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας
οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.
σου·
ἰδοὺ οὕτως εὐλογηθήσεται ὁ ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον.
εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλὴμ
πάσας τὰς ἡμέρας τῆς ζωῆς σου,
καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.
εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.