Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 128

    Old Testament

    ᾨδὴ τῶν ἀναβαθμῶν.

    Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,

    εἰπάτω δὴ Ἰσραήλ·

    πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,

    καὶ γὰρ οὐκ ἠδυνήθησαν μοι.

    ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί,

    ἀμάκρυναν τὴν ἀνομίαν αὐτῶν·

    Κύριος δίκαιος συνέκοψεν αὐχένα ἁμαρτωλῶν·

    αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ

    μισοῦντες Σιών·

    γενηθήτωσαν ὡς χόρτος δωμάτων,

    ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·

    οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων,

    καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων·

    καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία Κυρίου ἐφʼ ἡμᾶς,

    εὐλογήσομεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.