Chapter 129
Hellenistic Old Testament Greekᾨδὴ τῶν ἀναβαθμῶν.
Ἐκ βαθέων ἐκέκραξά σε. Κύριε·
Κύριε, εἰσάκουσον τῆς φωνῆς μου·
γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς
μου.
ἐὰν ἀνομίαςς παρατηρήσῃ. Κύριε. Κύριε, τίς ὑποστήσηται;
ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
ἕνεκεν τοῦ ὀνόματός σου
ὑπέμεινα, Κύριε·
ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν νόμον αὐτοῦ.
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον
ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος. καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις,
ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός·
καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.