Chapter 143
Hellenistic Old Testament GreekΨαλμὸς τῷ Δαυείδ, ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνὼτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,
ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
εδεηθην] και προσεσχεν μοι A 3 εναντιον] ενωποον U+05D0c.a ART | απαγγελω] αναγγελλω R 4 εκλιπειν U+05D0 | παγιδα μοι U+05D0c.ᵃ AT 5 οτι] και U+05D0c.a RT | απολετο A | εστιν] ην R 6 εκεκραξα προς σε κε U+05D0c.a ART | om και U+05D0c.a ART | ειπα] ειπον T | μερις μου] + ει U+05D0c.aT 7 προς] εις AR | εταπεινωθην σφοδρα sup ras Rᵃ U+05D0 om Κυριε U+05D0c.a RT | υπομενουσι U+05D0 | ου sup ras Aᵃ | ανταποδωσεις R (fort -σης) — Stich 19 BU+05D0R 20 A 17 T CXLII 1 ο υιος καταδιωκει] ο υιος κατεδιωξεν A εδιωκεν Αβεσσαλωμ ο υιος αυτον R ο υιος αυτου κατεδιωκεν T | επακουσον] εισακουσον ART
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωήν μου·
ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
καὶ ἠκηδίασεν ἐπʼ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
ἐμνήσθην ἡμερῶν ἀρχαίων,
καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου,
ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων.
διεπέτασα τὰς χεῖράς μου πρὸς σέ,
ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρός σοι. διάψαλμα.
ταχὺ εἰσάκουσόν μου, Κύριε,
ἐξέλιπεν τὸ πνεῦμά μου·
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ,
καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου,
ὅτι ἐπὶ σοὶ ἤλπισα·
γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι,
ὅτι πρὸς σέ ἦρα τὴν ψυχήν μου.
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε.
ὅτι πρὸς σέ κατέφυγον.
δίδαξον με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι θεός μου εἶ σύ·
τὸ πνεῦμά σου τὸ ἅγιον ὁδηγήσει με ἐν τῇ εὐθεία.
ἕνεκα τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου,
ἐξάξεις ἐκ θλίψεως τὴν ψυχὴν μου·
καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου,
καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου·
ὅτι δοῦλός σού εἰμι ἐγώ.