Chapter 144
Hellenistic Old Testament GreekΤῷ Δαυείδ, πρὺς τὸν Γολιάδ.
Εὐλογητὸς Κύριος ὁ θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς
παράταξιν,
τοὺς δακτύλους μου εἰς πόλεμον·
ἔλεός μου καὶ καταφυγὴ μου.
ἀντιλήμπτωρ μου καὶ ῥύστης μου,
ὑπερασπιστής μου καὶ ἐπʼ αὐτῷ ἤλπισα,
ὁ ὑποτάσσων τὸν λαόν μου ὑπʼ ἐμέ.
Κύριε, τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ,
ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν;
ἄνθρωπος ματαιότητι ὡμοιώθη,
αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν.
Κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι,
ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται·
ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς,
ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.
ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους,
ἐξελοῦ με καὶ ῥῦσαι με ἐξ ὑδάτων πολλῶν,
ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,
ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα,
καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
ὁ θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι.
ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι.
τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν,
τῷ λυτρουμένῳ Δαυεὶδ τὸν δοῦλον αὐτοῦ.
ἐκ ῥομφαίας πονηρᾶς ¹¹ῥῦσαί με, καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν
ἀλλοτρίων,
ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα,
καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας· om ο U+05D0* (hab U+05D0c.a) | μου 6° BU+05D0c.aRT σου U+05D0* αυτου A 3 τι] τις AT | εγνωσθης] εγνωρισθης U+05D0 | αυτω] αυτον R* 4 ωμοιωθη] ομοιωθητι R* | σκιαι U+05D0c.aAT 5 κε (sic) Tedit | om σου R | των ορεων] ορη R 6 αστραπην] + σου Aᵃ?T | σκορπιεις] εις sup ras Ba (vid)b | συνταραξῃς T 7 8 ματαιοτητας T 9 ασωμαι Τ 10 την σωτηριαν] om την A | βα- σιλευσιν] + αυτου R | om τον δουλον αυτου R | εκ ρομφαιας πονηρας c praeced coniung ART 11 εξελου με και ρυσαι με R | om εξελου με U+05D0* (hab εξελου μαι U+05D0c.a) | ματαιοτητας T
ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν,
αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς
ὁμοίαμα ναοῦ·
τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο·
τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις
αὐτῶν,
οἱ βόες αὐτῶν παχεῖς·
οὐκ ἔστιν κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος
οὐδὲ κραυγὴ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν.
ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστιν,
μακάριος ὁ λαὸς οὗ Κύριος ὁ θεὸς αὐτοῦ.