Chapter 55
Hellenistic Old Testament GreekΕἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων
μεμακρυμμένου· τῷ Δαυεὶδ εἰς στηλογραφίαν, ὁπότε
ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.
Ἐλέησόν με, Κύριε, ὅτι κατεπάτησέν με ἄνθρωπος.
ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με.
U+05D0*| (om U+05D0c.ᵃ) R 18 απαγγελω] pr και U+05D0c.a RT | εισακουσεται] + Κυριος R* 20 εισακουσεται] + με R | ο θεος] Κυριος R* | om διαψαλμα T | και 2⁰] οτι T 21 om εξετεινεν την χειρα αυτου U+05D0* (hab εξετινεν την χ. α. U+05D0c. ᵃ) | om εβεβη- | λωσαν την δ. αυτου U+05D0* (hab U+05D0c. ᵃ) 22 διεμερισθησαν] pr και U+05D0 | ηγγισαν αι καρδιαι T | αυτου 2⁰, 3⁰ BU+05D0c. ᵇR] ουτων U+05D0c.a T 23 επιρριψον BᵃᵇR | | διαθρεψη T 24 καταξης T | ημισευσιν R | ελπιω επι σε Κυριε] κε ελπιω επι σοι U+05D0c.a επι σε ελπιω Κυριε U+05D0c.b R ελπιω επι σοι κε T — Stich 40 B 42 U+05D0 45 R 53 T LV 2 Κυρε] ο θς U+05D0RT
κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ἀπὸ ὕψους
ἡμέρας·
ὅτι πολλοὶ οἱ πολεμοῦντές με
φοβηθήσονται,
ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ.
ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν·
ἐν τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ.
ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο,
κατʼ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.
παροικήσουσιν καὶ κατακρύψουσιν·
αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν, καθάπερ ὑπέμεινα τῇ
ψυχῇ μου·
ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς,
ἐν ὀργῇ λαοὺς κατάξεις.
ὁ θεός,
τὴν ζωήν μου ἐξήγγειλά σοι,
ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ
σου
ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω,
ἐν ᾖ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε
ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ.
ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα,
ἐπὶ τῷ θεῷ αἰνέσω λόγον.
ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.
ἐν ἐμοί, ὁ θεός, αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεως·
ὅτι ἐρύσω τὴν ψυχήν μου ἐκ θανάτου,
καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος,
τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων.