Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 56

    Old Testament

    Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυεὶδ εἰς στηλοΣαούλ

    γραφίαν, εν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου

    εἰς τὸ σπήλαιον.

    Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με·

    ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχὴ μου,

    καὶ ἐν τῇ σκιῷ τῶν πτερύγων σου ἐλπιῶ

    ἕως οὗ παρέλθῃ ἡ ἀνομία.

    κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον,

    τὸν θεὸν τὸν εὐεργετήσαντά με. διάψαλμα.

    ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με,

    ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με·

    ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ,

    καὶ ἐρύσατο τὴν ψυχὴν μου ἐκ μέσου σκύμνων.

    ἐκοιμήθην τεταραγμένος·

    υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη,

    καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.

    ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός,

    καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

    παγίδας ἡτοίμασαν τοῖς ποσίν μου,

    καὶ κατέκαμψαν τὴν ψυχήν μου·

    ὤρυξαν πρὸ προσώπου μου βόθρον,

    καὶ ἐυέπεσαν εἰς αὐτόν.

    έτοίμη ἡ καρδία μου. ὁ θεός,

    ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ.

    ἐξεγέρθητι ἡ δόξα μου.

    ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα·

    ἐξεγερθήσομαι ὄρθρου.

    ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε.

    ψαλῶ σοι ἐν ἔθνεσιν·

    ὅτι ἐαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου.

    καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.

    διάψαλμα.

    σκια Rᵃ) 3 τον υψιστον] om τον R | om τον 2⁰ R * | om διαψαλμα U+05D0 4 του καταπατουντας U+05D0* (τους καταπ. U+05D0 c.a) | με 2⁰] + διαψαλμα U+05D0 5 ερρυ- σατο Β b U+05D0Rᵛⁱᵈ | οπλον BU+05D0c.b] οπλα U+05D0 c.a RT 7 παγιδας (πακιδας U+05D0*) παγιδα B? (ras ς) U+05D0 RT | τοις ποσιν] την ψυχην U+05D0 |om διαφαλμα T 8 ασω- μαι Τ | ψαλω] + σοι εν τη δοξη μου U+05D0* (om σοι U+05D0c.a) 9 κιθαρα] κιραραμ Rᵛⁱᵈ 11 η αληθεια σου εως των νεφελων U+05D0 ― Stich 30 BU+05D0 26 R 29 Τ

    ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός,

    καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.