Chapter 68
Hellenistic Old Testament GreekΕἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων·
τῷ Δαυείδ.
Σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.
ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις·
ἥλθον εἰς τὰ βάθη τῆς θαλάσσης. καὶ καταιγὶς κατεπόντισέν
με.
ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου.
ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐγγίζειν ἐπὶ τὸν θεόν μου.
ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές
με δωρεάν·
ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως·
ἃ οὐχ ἥρπασα τότε ἀπετίννυον.
ὁ θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου.
καὶ αἱ πλημμελίαι μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν.
| U+05D0c.ᵃ) | om διαψαλμα Rᵃ 34 om ψαλατε τω θεω U+05D0 | θεω] κυριω Rᵃ | κατα | BU+05D0c.ᵃRᵃ] κατ U+05D0* | om ιδου U+05D0* (hab U+05D0c.ᵃ) | om εν U+05D0Rᵃ 35 μεγαλο- πρεπεια Bᵃᵇ 36 οσιοις] αγιοις U+05D0Rᵃ | Ισραηλ] pr του U+05D0* (om U+05D0c.ᵃ) | om και 2⁰ U+05D0c.ᵃRᵃ Stich 84 B 80 U+05D0 (de R non liq) L XVIII 3 εν. | επαγη Rᵃ | ιλυν Bᵇ υλην BU+05D0 ιλην R | αποστασις Rᵃ 4 εβραγχνια- σεν BU+05D0* (εβραγχιασεν BᵇU+05D0c.ᵃR) | εγγιζειν] ελπιζεν Bᵃ (ᵐᵍ)ᵇ(txt) U+05D0] + με R 5 εκδιωκοντες] διωκοντες U+05D0 6 πλημμελειαι Bᵃᵇ | εκρυβησαν] απεκρυ- βησαν U+05D0c.ᵃ
μὴ αἰσχυνθείησαν ἐπʼ ἐμοὶ οἱ ὑπομένοντές σε, Κύριε τῶν
δυνάμεων·
μὴ ἐντραπείησαν ἐπʼ ἐμοὶ οἱ ζητοῦντές σε, ὁ θεὸς τοῦ Ἰσραήλ.
ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν,
ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου·
ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου,
καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου·
ὅτι ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με,
καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπʼ ἐμέ.
καὶ συνέκαμψα ἐν νηστίᾳ τὴν ψυχήν μου,
καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί
καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον,
καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.
κατʼ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ,
καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον.
ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε·
καιρὸς εὐδοκίας, ὁ θεός·
ἐν τῷ πλήθει τοῦ ἐλέους σου
ἐπάκουσον, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.
σῶσόν με ἀπὸ πηλοῦ, ἴνα μὴ ἐνπαγῶ·
ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων.
μὴ με καταποντισάτω καταιγὶς ὕδατος,
μηδὲ καταπιέτω με βυθός,
μηδὲ συνσχέτω ἐπʼ ἐμὲ φρέαρ στόμα αὐτοῦ.
εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου·
κατὰ τὸ πλῆθος τῶν οἰκτειρμῶν σου ἐπίβλεψον ἐπʼ ἐμέ
ξτὶ θλίβομαι, ταχὺ ἐπάκουσόν μου.
πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτὴν,
ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.
σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου
καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπὴν μου·
ἐναντίον σου πάντες οἱ θλίβοντές με.
ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχὴ μου καὶ ταλαιπωρίαν·
καὶ ὑπέμεινα συνλυπούμενον, καὶ οὐχ ὑπῆρξεν,
καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον.
καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν,
καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα,
σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.
καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον·
καὶ τὸν υῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον·
ἔκχεον ἐπʼ αὐτοὺς τὴν ὀργήν σου,
καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.
γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη.
καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·
ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν,
καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.
πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν,
καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου·
ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων.
καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.
πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ,
καὶ ἡ σαωτηρία τοῦ προσώπου σου ἀντελαάβετό μου.
αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ᾿ ᾠδῆς,
μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει,
καὶ ἀρέσει τῷ θεῷ ὑπέρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ
ὁπλάς.
ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.
ἐκζητήσατε τὸν θεὸν καὶ ζήσεσθε.
πουμενον Bᵇ | και ουχ υπηρξεν...ουχ ευρον] και ουχ ευρον και παρακ. και ουχ υπηρχεν U+05D0* και ουχ υπηρχεν και παρακαλουντας (ita et R) και ουχ ευρον U+05D0c.ᵃ 23 πακιδα U+05D0 24 συγκαμψον Bᵇ 25 ο θυμος της οργης σου καταλαβοι BU+05D0c.ᵃ R] ο θυμος σου λαβοι U+05D0* 26 32 om γενηθητω...οπλας R* (hab Rᵃ ᵐᵍ) 27 om ον Rᵃ 28 εισελ- θατωσαν Rᵃ 30 om και 2⁰ U+05D0c.ᵃ | om του προσωπου U+05D0c.ᵃ Rᵃ | αντε. λαβετο] pr ο θεος U+05D0Ra 31 του θεου] + μου U+05D0c.ᵃ | μετ] μετα U+05D0 32 om εκφεροντα U+05D0* (hab U+05D0c.ᵃ) 33 εκζητησατε] ζητησατε R | θεον] κυριον R | ζησεσθε Bᵃᵇ (ζησεσθαι B*)] ζησεται η ψυχη ημων (υμων U+05D0c.ᵃ U+05D0*R
ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος,
καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.
αἶνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ,
θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.
ὅτι ὁ θεὸς σώσει τὴν Σιών,
καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας,
καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτὴν·
καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτὴν,
καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ.