Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 69

    Old Testament

    Είς τὸ τέλος· τῷ Δαυείδ εἰς ἀγάμνησιν, εἰς τὸ

    Σῶσαί με Κύριον.

    Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες·

    αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχὴν.

    ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλό-

    μενοί μοι κακά·

    ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι

    Εὐγε εὖγε.

    ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζη-

    τοῦντές σε,

    καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγα-

    πῶντες τὸ σωτήριόν σου.

    ἐγὰ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι·

    βοηθός μου καὶ ῥύστης μου εἶ σύ· Κύριε. μὴ χρονίσῃς.