Chapter 70
Hellenistic Old Testament GreekΤῷ Δαυείδ, υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων
αἰχμαλωτισθέντων.
θεός, ἐπὶ σοὶ ἥλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με,
κλῖνον πρὸς μὲ τὸ οὖς σου καὶ σῶσόν με.
γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν,
εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με·
ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.
ὁ θεός, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ,
ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·
ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε·
Κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου.
ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός,
ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής·
ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός.
ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς,
καὶ σὺ βοηθὸς κραταιός.
πληρωθήτω τὸ στόμα μου αἰνέσεως.
ὅπως ὑμνήσω τὴν δόξαν σου,
ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρεπίαν σου.
μὴ ἀπορίψῃς με εἰς καιρὸν γήρους.
ἐν τῷ ἐκλιπεῖν τὴν ἰσχύν μου μὴ ἐνκαταλίπῃς με.
ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοί.
καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου
ἐβουλεύσαντο ἐπὶ τὸ αὐτό,
λέγοντες Ὁ θεὸς ἐνκατέλιπεν αὐτόν·
καταδιώξατε καὶ καταλάβετε αὐτόν,
ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.
ὁ θεός. μὴ μακρύνῃς ἀπʼ ἐμοῦ,
αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν
μου,
περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ
κακά μοι.
ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ.
και R 5 Κυριος] Κυριε R 6 επεστηριχθην] επεριφην R | απο γα- στρος] εκ ματρος (sic) R | μητρος] pr της R | μου ει σκεπαστης BU+05D0] ει μοι υπερασπιστης μου R* | υμνησις] υπομνησις U+05D0 7 βοηθος] + μου U+05D0c.ᵃ R 8 αινεσεως] + Κυριε R | om οπως υμν. την δ. σου U+05D0* (hab U+05D0c.ᵃ | την μεγα- λοπρεπιαν (-πειαν Bᵃᵇ) B* U+05D0c.ᵃ R] της μεγαλοπρεπιας U+05D0* 9 απορριψης Bᵃ?ᵇU+05D0 | γηρως U+05D0* (γηρους U+05D0c.ᵃ) | εκλιπειν U+05D0 (εκλιπιν B*)] εκλειπειν Bᵃᵇ ισχυν] ψυχην U+05D0 | εγκαταλιπῃς Bᵃ?ᵇU+05D0 11 εγκατελιπεν Bᵃ?ᵇU+05D0 | ρυομενος] | + αυτον R 12 ο θεος] + μου BᵃᵇU+05D0c.ᵃ R | εμου] + ο θς μου εις την βοηθειαν μου προσχες U+05D0R 13 εκλιπετωσαν (εκλειπ. Bᵃᵇ)] εντραπετωσαν R | τα κοκα] om τα R 14 ελπιω] επι σε ελπιω U+05D0* R ελπιω επι σε U+05D0c.ᵃ
καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.
τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου,
ὅλην τὴν ἡμέραν τὴν σαοτηρίαν σου.
ὅτι οὐκ ἔγνων πραγματίας.
ηἰσελεύσομαι ἐν δυναστίᾳ Κυρίου·
Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.
ἐδίδαξάς με, ὁ θεός, ἐκ νεότητός μου,
καὶ μέχρι νῦν ἀναγγελῶ τὰ θαυμαάσιά σου,
καὶ ἕως γήρους καὶ πρεσβείου· ὁ θεός, μὴ ἐνκαταλίπῃς με
ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ
ἐρχομένῃ.
τὴν δυναστίαν σου
καὶ τὴν δικαιοσύνην σου,
ὁ θεός, ἕως ὑψίστων, ἃ ἐποίησας μεγαλεῖα.
ὁ θεός, τίς ὅμοιός σοι;
ὅτι ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά,
καὶ ἐπιστρέψας ἐζωοποίησας με,
καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,
πλεονάσας
τὴν δικαιοσύνην σου.
καὶ ἐπιστρέψας παρεκάλεσάς με,
καὶ ἐκ τῶν ἀβύσσων πάλιν ἀνήγαγές με.
καὶ γὰρ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν
ψαλῶ σοι, ὁ θεός, ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ.
ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι,
καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω.
ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύυην
σου,
ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.