Chapter 48
Imperial Plutarch GreekΝίκανδρος, εἰπόντος τινὸς ὅτι κακῶς αὐτὸν λέγουσιν Ἀργεῖοι, οὐκοῦν ἔφη δίκην τίνουσι τοὺς ἀγαθοὺς κακῶς λέγοντες.
πυθομένου δέ τινος διὰ τί κομῶσι καὶ πωγωνοτροφοῦσιν, ὅτι ἔφη πάντων κάλλιστος καὶ ἀδαπανώτατος ἀνδρὶ ὁ ἴδιος κόσμος.
τῶν Ἀθηναίων δὲ εἰπόντος τινὸς λίαν ἀντέχεσθε, ὦ Νίκανδρε, τοῦ σχολάζειν, ἀληθίζῃ ἔφη ἀλλʼ οὐχ ὥσπερ ὑμεῖς ὅπως τύχοι σπουδάζομεν.