Chapter 49
Imperial Plutarch GreekΠανθοίδας πρεσβεύων εἰς τὴν Ἀσίαν, ἐπιδεικνύντων αὐτῷ τεῖχος ἐχυρόν, εἶπε νὴ τοὺς θεούς, ὦ ξένοι, καλὴ γυναικωνῖτις.
ἐν Ἀκαδημείᾳ δὲ τῶν φιλοσόφων διαλεγομένων πολλὰ καὶ σπουδαῖα, ἐπερωτώντων δὲ τὸν Πανθοίδαν μετὰ ταῦτα τί δοκοῦσιν αὐτῷ οἱ λόγοι οὗτοι εἶναι, τί δʼ ἄλλο ἔφη ἢ σπουδαῖοι; ὄφελος δʼ οὐδέν, μὴ χρωμένων ὑμῶν αὐτοῖς.